Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.264 Joseph. AJ 5.270 (English) >>Joseph. AJ 5.276

5.268ἔπειθʼ ὡς ἄδικα πράττειν ἐπιχειροῦσι τοῖς πολεμίοις οὐ τολμήσαντες εἰς χεῖρας ἐλθεῖν, ἐπὶ δὲ τοὺς συγγενεῖς ὡρμηκότες· ἠπείλει τε σὺν τῷ θεῷ λήψεσθαι δίκην παρʼ αὐτῶν, ἂν μὴ σωφρονῶσιν. 5.269ὡς δʼ οὐκ ἔπειθεν, ἀλλὰ συνέβαλεν αὐτοῖς ἐλθοῦσι μετὰ στρατιᾶς, μετάπεμπτος ἐκ τῆς Γαλαδηνῆς ἐληλύθει, φόνον τε πολὺν αὐτῶν εἰργάσατο καὶ διώκων τραπέντας προλαβὼν μέρει τινὶ προαπεσταλμένῳ τοῦ Ἰορδάνου τὰς διαβάσεις κτείνει περὶ δισχιλίους καὶ τετρακισμυρίους γεγονότας. 5.270

Αὐτὸς δὲ ἄρξας ἓξ ἔτη τελευτᾷ καὶ θάπτεται ἐν τῇ αὐτοῦ πατρίδι Σεβέῃ· τῆς Γαλαδηνῆς δʼ ἐστὶν αὕτη. 5.271

Τελευτήσαντος δὲ Ἰαφθᾶ τὴν ἀρχὴν Ἀψάνης παραλαμβάνει φυλῆς ὢν Ἰουδαϊκῆς Βηθλέμων δὲ πόλεως. τούτῳ δὲ παῖδες ἦσαν ἑξήκοντα, τριάκοντα μὲν ἄρρενες αἱ λοιπαὶ δὲ θυγατέρες, οὓς καὶ πάντας ζῶντας κατέλιπε τὰς μὲν ἀνδράσιν ἐκδοὺς τοῖς δὲ γυναῖκας ἠγμένος. πράξας δʼ οὐδὲν ἐν τῷ ἑπταετεῖ γενομένῳ χρόνῳ λόγου καὶ μνήμης ἄξιον γηραιὸς ὢν ἀπέθανε καὶ ταφῆς ἐν τῇ πατρίδι τυγχάνει. 5.272

Ἀψανοῦς δʼ οὕτως ἀποθανόντος οὐδʼ μετʼ αὐτὸν παραλαβὼν τὴν ἡγεμονίαν Ἤλων ἐπʼ ἔτη δέκα κατασχὼν αὐτὴν φυλῆς ὢν τῆς Ζαβούλης ἔπραξέ τι σπουδῆς ἄξιον. 5.273

Ἀβδὼν δὲ Ἤλωνος παῖς φυλῆς μὲν τῆς Ἐφραμίτιδος πόλεως δὲ τῆς Φαραθωνιτῶν γεγονώς, αὐτοκράτωρ ἡγεμὼν ἀποδειχθεὶς μετʼ Ἤλωνα μόνης ἂν τῆς εὐπαιδίας μνημονευθείη, μηδὲν ἔργον διὰ τὴν εἰρήνην καὶ τὴν ἄδειαν τῶν πραγμάτων λαμπρὸν μηδʼ αὐτὸς εἰργασμένος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.264 Joseph. AJ 5.270 (English) >>Joseph. AJ 5.276

Powered by PhiloLogic